Add parallel Print Page Options

26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν [a]Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. 27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν [b]ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως [c]ἔχων δαιμόνια· [d]καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν [e]Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 29 [f]παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ [g]ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο [h]ὑπὸ τοῦ [i]δαιμονίου εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ [j]Ἰησοῦς· Τί σοι [k]ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι [l]εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν. 31 καὶ [m]παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.

32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν [n]βοσκομένη ἐν τῷ ὄρει· καὶ [o]παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ [p]γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια [q]ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ [r]αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ [s]ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν [t]Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς [u]εἰς πλοῖον ὑπέστρεψεν. 38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ [v]αὐτὸν λέγων· 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα [w]σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:26 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:27 ὑπήντησεν WH NIV ] + αὐτῷ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:27 ἔχων WH NIV ] ὃς εἶχεν Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:27 καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον WH Treg NIV ] ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:28 Ἰησοῦν WH Treg NIV ] + καὶ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 παρήγγελλεν WH Treg ] παρήγγειλεν NIV RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 ἐδεσμεύετο WH Treg NIV ] ἐδεσμεῖτο RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 ὑπὸ Treg NIV RP ] ἀπὸ WH
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 δαιμονίου WH Treg NIV ] δαίμονος RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 Ἰησοῦς WH NIV ] + λέγων Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 ὄνομά ἐστιν WH Treg NIV ] ἐστιν ὄνομα RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 εἰσῆλθεν δαιμόνια πολλὰ WH NIV ] δαιμόνια πολλὰ εἰσῆλθεν Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:31 παρεκάλουν WH Treg NIV ] παρεκάλει RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:32 βοσκομένη WH NIV ] βοσκομένων Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:32 παρεκάλεσαν WH Treg NIV ] παρεκάλουν RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:34 γεγονὸς WH Treg NIV ] γεγενημένον RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:35 ἐξῆλθεν WH NIV ] ἐξεληλύθει Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:36 αὐτοῖς WH Treg NIV ] + καὶ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 ἠρώτησεν WH Treg NIV ] ἠρώτησαν RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 εἰς WH Treg NIV ] + τὸ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:38 αὐτὸν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:39 σοι ἐποίησεν WH Treg NIV ] ἐποίησεν σοι RP